next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[ηψποτηεσις] Ἀρίσταρχός τις τεσσάρων πατὴρ γενόμενος παίδων, Κυρωνίδου καὶ Δημοχάρους καὶ τῆς μητρὸς τοῦ λέγοντος τὸν λόγον καὶ ἄλλης κόρης, τούτων1 μὲν τὸν Κυρωνίδην ἔτι περίων εἰσεποίησεν εἰς τὸν Ξεναινέτου τοῦ κατὰ μητέρα πάππου κλῆρον, αὐτὸς δὲ κληρονόμους τοὺς λοιποὺς ἑαυτῷ κατέλειψε παῖδας. μετὰ ταῦτα τελευτᾷ μὲν Δημοχάρης ἄπαις, καὶ μία θυγάτηρ [αὐτοῦ] καὶ αὐτὴ ἄπαις, δὲ κλῆρος ὅλος ἔρχεται δικαίως εἰς τὴν μητέρα τοῦ λέγοντος τὸν λόγον. καὶ ταῦτα μὲν οὕτω: μετὰ δὲ τὴν τελευτὴν Ἀριστάρχου Ἀριστομένης ἀδελφὸς ὢν αὐτοῦ καὶ κατὰ νόμον ἐπίτροπος τῶν τοῦ ἀδελφοῦ γινόμενος παίδων, ἐκδέδωκε Κυρωνίδῃ τῷ ἐκποιήτῳ υἱῷ Ἀριστάρχου τὴν θυγατέρα ἑαυτοῦ, ἐπαγγειλάμενος περιποιῆσαι αὐτῷ τὸν Ἀριστάρχου κλῆρον. δὴ καὶ πεποίηκε: γενομένου γὰρ υἱοῦ τῷ Κυρωνίδῃ πρῶτον μὲν ὄνομα τῷ παιδὶ τὸ τοῦ πάππου δεδώκασιν, Ἀρίσταρχον ὀνομάσαντες, εἶτα εἰσεποίησαν αὐτὸν εἰς τὸν <τοῦ>2 πάππου οἶκον ὡς δὴ τοῦτο ἐκείνου προστάξαντος, καὶ παραδέδωκεν Ἀριστομένης αὐτῷ τὸν ὅλον τοῦ πάππου κλῆρον. ἔτι δὲ ἄπαις3 ὢν ἐκεῖνος [καὶ] τελευτῶν κληρονόμον κατὰ διαθήκας ἐνεστήσατο τὸν ἴδιον ἀδελφὸν Ξεναίνετον. τούτων οὕτω γενομένων, καὶ κρατοῦντος Ξεναινέτου τὴν Ἀριστάρχου τοῦ παλαιοῦ οὐσίαν, ἀμφισβητεῖ πρὸς αὐτὸν υἱὸς τῆς θυγατρὸς Ἀριστάρχου τοῦ παλαιοῦ, λέγων ἑαυτὸν μόνον εἶναι κληρονόμον δικαίως τῶν Ἀριστάρχου τοῦ παλαιοῦ χρημάτων. μὲν γὰρ Κυρωνίδηςφησίνἐκποίητος ἐγένετο: δὲ πατὴρ υἱὸν ἔχων γνήσιον τὸν Δημοχάρην, οὐκ ἐδύνατο θετὸν ἑαυτῷ ποιῆσαι παῖδα: δὲ Δημοχάρης ἀτελὴς ὢν οὐδὲ αὐτὸς ἐδύνατο εἰσποιῆσαι τῷ πατρὶ θετὸν υἱόν: ἀλλ᾽ οὐδ᾽ ἄλλη θυγάτηρ αὐτοῦ προτελευτήσασα. ὥστε οὐ κατὰ τὸν νόμονφησίτῆς εἰσποιήσεως γενομένης τοῦ μικροῦ Ἀριστάρχου, οὐκέτι συνίστατο διαθήκη αὐτοῦ, τοῦ νέου Ἀριστάρχου: γὰρ μὴ δικαίως ἐκτήσατο, πῶς ἄλλῳ παραπέμπειν ἐδύνατο; ἀναιρουμένης δὲ τῆς διαθήκης εἰκότως κλῆρος εἰς τὸν λέγοντα τὸν λόγον ἐφέρετο, υἱὸν ὄντα τῆς γνησίας θυγατρὸς Ἀριστάρχου τοῦ παλαιοῦ. καὶ μὲν ὑπόθεσις αὕτη, στάσις δὲ πραγματικὴ ἔγγραφος: ζητεῖ<ται>4 γὰρ εἰ δεῖ τὰς τοιαύτας συνεστάναι διαθήκας, καὶ τίς δικαιότερα λέγει.

load focus English (1962)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: