Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[32]
ἐπεὶ1 τούτοις γε οὐδὲ προσποιήσασθαι καλὸν ἦν τῶν Ἀστυφίλου, οἵτινες οὕτω διέκειντο πρὸς αὐτόν, τὰ δὲ ὀστᾶ οὐκ ἔθαψαν, ἀλλὰ πρότερον ἐπὶ τὴν οὐσίαν ἦλθον πρὶν ἐκείνῳ τὰ νομιζόμενα ποιῆσαι. ἔπειτα νῦν ἀξιώσουσι κληρονομεῖν τῶν Ἀστυφίλου οὐ μόνον τὰς διαθήκας λέγοντες, ἀλλὰ καὶ τὸ γένος παρατιθέντες, ὅτι ἀνεψιὸς ἦν Κλέων πρὸς πατρός.