next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[ηψποτηεσις] Κίρωνος ἄπαιδος γνησίων τελευτήσαντος παίδων ἀδελφιδοῦς τις αὐτοῦ κατὰ πατέρα ἀντιποιηθεὶς τοῦ κλήρου παρέλαβε τὴν οὐσίαν αὐτοῦ παρὰ τῆς γυναικός: καὶ μετὰ ταῦτα λέγων τὸν λόγον γράφεται τὸν ἀδελφιδοῦν, φάσκων θυγατριδοῦς εἶναι Κίρωνος, καὶ ὅτι γυνὴ τοῦ τετελευτηκότος ἑκοῦσα προέδωκε τὸν κλῆρον τῷ ἀδελφιδῷ, ἵνα μέρος δοῦσα αὐτῷ τὰ λοιπὰ κερδάνῃ. καὶ μὲν ὑπόθεσις αὕτη, στάσις δὲ στοχασμός: ζητεῖται γὰρ εἴτε θυγατριδοῦς ἐστιν οὗτος τοῦ Κίρωνος γνήσιος εἴτε οὔ. ἐπιπλέκεται δ᾽ αὐτῷ καὶ κατὰ ποιότητα ζήτησις. γὰρ ἀδελφιδοῦς ἠγωνίζετο, λέγων ὅτι εἰ καὶ δῶμεν ἐκείνην γνησίαν εἶναι θυγατέρα Κίρωνος, ἐπειδὴ ἐτελεύτησεν ἐκείνη, δ᾽ υἱὸς αὐτῆς ἀμφισβητεῖ νῦν, προτιμητέος ἐστὶν κατὰ πατέρα ἀδελφιδοῦς τοῦ ἀπὸ θυγατρὸς ἐκγόνου, κατὰ τὸν νόμον ἐκεῖνον, τὸν κελεύοντα προτιμᾶσθαι τοὺς ἀπὸ τῶν ἀρρένων τῶν ἀπὸ τῶν θηλειῶν. οὗτος γὰρ τεχνικώτατα πάνυ σιωπήσας τοῦτον τὸν νόμον, ἐκ τῆς τῶν τεκόντων διαφορᾶς ἀγωνίζεται, δεικνὺς ὅτι ὅσον θυγάτηρ ἀδελφοῦ οἰκειοτέρα τοῖς τελευτῶσι, τοσοῦτον ἔκγονος ἀδελφιδοῦ διαφέρει. ἔρρωται οὖν ἐνταῦθα τῷ δικαίῳ καὶ ἀσθενεῖ τῷ νομίμῳ: τὴν δὲ ἐργασίαν τῶν κεφαλαίων κατὰ τὴν οἰκείαν πάλιν ἐργάζεται δύναμιν.

load focus English (1962)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: