This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[36]
ἄξιον δὲ καὶ ὑμῖν λογίσασθαι. οὗτος γὰρ τῇ μὲν φυλῇ εἰς Διονύσια χορηγήσας τέταρτος ἐγένετο, τραγῳδοῖς δὲ καὶ πυρριχισταῖς1 ὕστατος: ταύτας δὲ μόνας ἀναγκασθεὶς <τὰς>2 λῃτουργίας λειτουργῆσαι ἀπὸ τοσαύτης προσόδου οὕτω καλῶς ἐχορήγησεν. ἀλλὰ μὴν τριηράρχων τοσούτων κατασταθέντων οὔτ᾽ αὐτὸς ἐτριηράρχησεν οὔθ᾽ ἑτέρῳ συμβέβληται3 ἐν τοιούτοις καιροῖς, ἀλλ᾽ ἕτεροι4 μὲν οὐσίαν κεκτημένοι ἐλάττω ἢ οὗτος μίσθωσιν λαμβάνει τριηραρχοῦσι.