Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
ἔπειτα, εἰ μὲν καὶ νῦν οὕτω πρὸς ἀμφοτέρους ἡμᾶς ἔχων ἐτελεύτησεν, ὥσπερ ὅτε τὰς διαθήκας ταύτας ἐποιήσατο, εἰκότως ἄν τις ὑμῶν πιστεύσειε1 τοῖς λόγοις τοῖς τουτωνί: νυνὶ δὲ πᾶν τοὐναντίον εὑρήσετε. τότε μὲν γὰρ ἔτυχε Δεινίᾳ, ὃς ἡμᾶς ἐπετρόπευε, διάφορος ὢν ἡμῖν τε οὔπω2 χρώμενος τούτοις τε ἅπασιν ἐπιτηδείως διακείμενος: νῦν δὲ τούτων μέν τισι διάφορος ἐγένετο, ἡμῖν δὲ πάντων ἐχρῆτο οἰκειότατα.