previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11]

αἱ μὲν οὖν παρασκευαὶ καὶ δεῖ φυλάξασθαι, καὶ πράττων τις ἂν κατ᾽ ἀνθρώπινον λογισμὸν μάλιστα κατορθοίη, σχεδὸν εἴρηταί μοι: τοῖς δὲ καθ᾽ ἡμέραν ἐπιστατῆσαι, καὶ τοῖς ἐκ τοῦ παραχρῆμα συμβαίνουσιν ὀρθῶς χρῆσθαι, [12] καὶ γνῶναι τὸν ἑκάστου καιρόν, καὶ κρῖναι τί τῶν πραγμάτων ἐξ ὁμιλίας δυνατὸν προσαγαγέσθαι καὶ τί βίας προσδεῖται, τῶν ἐφεστηκότων [στρατηγῶν] ἔργον ἐστίν. διὸ καὶ χαλεπωτάτην τάξιν ἔχει τὸ συμβουλεύειν: τὰ γὰρ ὀρθῶς βουλευθέντα καὶ δοκιμασθέντα σὺν πολλῇ σπουδῇ καὶ πόνῳ πολλάκις τῷ τοὺς ἐπιστάντας ἄλλως χρήσασθαι διελυμάνθη. [13] νῦν μέντοι πάνθ᾽ ἕξειν καλῶς ἐλπίζω. καὶ γὰρ εἴ τις ὑπείληφεν εὐτυχῆ τὸν Ἀλέξανδρον τῷ πάντα κατορθοῦν, ἐκεῖνο λογισάσθω, ὅτι πράττων καὶ πονῶν καὶ τολμῶν, οὐχὶ καθήμενος ηὐτύχει. νῦν τοίνυν τεθνεῶτος ἐκείνου ζητεῖ τινας τύχη μεθ᾽ ὧν ἔσται. [14] τούτους δ᾽ ὑμᾶς δεῖ γενέσθαι. τούς θ᾽ ἡγεμόνας, δι᾽ ὧν ἀνάγκη τὰ πράγματα πράττεσθαι, ὡς εὐνουστάτους ἐπὶ τὰς δυνάμεις ἐφίστατε: καὶ τι ποιεῖν αὐτὸς ἕκαστος ὑμῶν δυνήσεται καὶ βουλήσεται, τοῦτο πρὸς αὑτὸν εἰπάτω καὶ ὑποσχέσθω. καὶ τοῦθ᾽ ὅπως μὴ ψεύσεται, μηδ᾽ ἐξηπατῆσθαι μηδὲ πεισθῆναι παρακρουσθεὶς φήσας ἀναδύσεται. [15] ὡς τὴν ἔκδειαν ὧν ἂν ἐλλίπηθ᾽ ὑμεῖς, οὐχ εὑρήσετε τοὺς ἀναπληρώσοντας: οὐδὲ τὸν αὐτὸν ἔχει κίνδυνον, περὶ ὧν ἐφ᾽ ὑμῖν ἐστιν ὅπως ἂν βούλησθε πρᾶξαι μεταβουλεύεσθαι πολλάκις, καὶ περὶ ὧν ἂν ἐνστῇ πόλεμος: ἀλλ᾽ περὶ τούτων μετάγνωσις ἧττα τῆς προαιρέσεως γίγνεται. μὴ δὴ ποιήσητε τοιοῦτο μηδέν, ἀλλ᾽ τι πράξετε γενναίως καὶ ἑτοίμως ταῖς ψυχαῖς, [16] τοῦτο χειροτονεῖτε, κἂν ἅπαξ ψηφίσησθε, τὸν Δία τὸν Δωδωναῖον καὶ τοὺς ἄλλους θεούς, οἳ πολλὰς καὶ καλὰς κἀγαθὰς καὶ ἀληθεῖς ὑμῖν μαντείας ἀνῃρήκασιν, ἡγεμόνας ποιησάμενοι καὶ παρακαλέσαντες, καὶ κατὰ τῶν νικητηρίων ἅπασιν αὐτοῖς εὐξάμενοι, μετὰ τῆς ἀγαθῆς τύχης ἐλευθεροῦτε τοὺς Ἕλληνας. εὐτυχεῖτε.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: