Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[47]
καὶ τούτων οὐδὲν ἀλόγως ἀποβέβηκεν: πολὺ γὰρ ἄν ἦν ἀτοπώτερον, εἰ τὰ μὲν μικρὰ δι᾽ ἐπιστήμης καὶ μελέτης ἠναγκαζόμεθ᾽ ἐπιτελεῖν, τὰ δὲ μέγιστ᾽ ἄνευ ταύτης τῆς πραγματείας ἠδυνάμεθα πράττειν. περὶ μὲν οὖν τούτων οὐκ οἶδ᾽ ὅ τι δεῖ πλείω λέγειν: οὐδὲ γὰρ ἐξ ἀρχῆς ὡς παντελῶς ἀπείρως ἔχοντός σου περὶ αὐτῶν ἐμνήσθην, ἀλλ᾽ ἡγούμενος τὰς τοιαύτας παρακλήσεις τοὺς μὲν ἀγνοοῦντας προτρέπειν, τοὺς δ᾽ εἰδότας παροξύνειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.