Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
καὶ τοῦτο ἀποδείξω σαφῶς, ὡς ἐγὼ νομίζω. καίτοι Θεοκρίνης γε, ὦ ἄνδρες δικασταί, καὶ οἱ μετὰ τούτου οὐδὲν ὅ τι οὐ πεποιήκασι προσιόντες τοῖς μάρτυσι καὶ τὰ μὲν ἀπειλοῦντες αὐτοῖς, τὰ δὲ πείθοντες μὴ μαρτυρεῖν. ἀλλ᾽ ὅμως ἐὰν ὑμεῖς βούλησθε τὰ δίκαια βοηθεῖν μοι, καὶ κελεύητε αὐτούς, μᾶλλον δὲ ἀναγκάζοντος ἐμοῦ συναναγκάζητε, ἤτοι μαρτυρεῖν ἢ ἐξόμνυσθαι, καὶ μὴ ἐᾶτε λόγους λέγειν, εὑρεθήσεται τἀληθές. λέγε οὖν πρῶτον μὲν τὴν φάσιν, εἶτα τὰς μαρτυρίας.“Φάσις”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.