Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[56]
οὐ γὰρ δήπου Μηλίους μέν, ὦ Μοιρόκλεις, κατὰ τὸ σὸν ψήφισμα δέκα τάλαντα νῦν εἰσεπράξαμεν, ὅτι τοὺς λῃστὰς ὑπεδέξαντο, τουτονὶ δ᾽ ἀφήσομεν, ὃς καὶ τὸ σὸν ψήφισμα καὶ τοὺς νόμους, δι᾽ οὓς οἰκοῦμεν τὴν πόλιν, παραβέβηκεν: καὶ τοὺς μὲν τὰς νήσους οἰκοῦντας κωλύσομεν ἀδικεῖν, ἐφ᾽ οὓς τριήρεις δεῖ πληρώσαντας ἀναγκάσαι τὰ δίκαια ποιεῖν, ὑμᾶς δὲ τοὺς μιαρούς, οἷς αὐτοῦ δεῖ καθημένους τουτουσὶ κατὰ τοὺς νόμους ἐπιθεῖναι δίκην, ἐάσομεν; οὔκ, ἄν γε σωφρονῆτε. λέγε τὴν στήλην.“Στήλη”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.