Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
οὐκοῦν δίκαιόν ἐστιν, ὦ ἄνδρες δικασταί, μηδ᾽ ὑμᾶς τῶν φησόντων Θεοκρίνῃ διὰ τὴν πρὸς Δημοσθένην ἔχθραν συνερεῖν ἐθέλειν ἀκούειν, ἀλλὰ κελεύειν αὐτούς, εἴπερ ὡς ἀληθῶς ἐχθροί εἰσιν τοῦ Δημοσθένους, αὐτὸν ἐκεῖνον γράφεσθαι καὶ μὴ ἐπιτρέπειν αὐτῷ παράνομα γράφειν. εἰσὶ δὲ δεινοὶ καὶ οὗτοι, καὶ πιστεύονται μᾶλλον παρ᾽ ὑμῖν. ἀλλ᾽ οὐ ποιήσουσι τοῦτο. διὰ τί; ὅτι φασὶ πολεμεῖν ἀλλήλοις οὐ πολεμοῦντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.