Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
ὅλως δ᾽ ἔγωγε οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες δικασταί, ὑπὲρ αὐτοῦ τοῦ πράγματος σκεψαμένους, εἰ μὲν δίκαια λέγω καὶ κατὰ τοὺς νόμους, βοηθεῖν μοι, μηδὲν ὑπολογισαμένους εἰ μὴ Δημοσθένης ἐστὶν ὁ κατηγορῶν, ἀλλὰ μειράκιον, μηδὲ νομίζειν κυριωτέρους δεῖν εἶναι τοὺς νόμους, ἂν εὖ τις τοῖς ὀνόμασι συμπλέξας αὐτοὺς τούτους ὑμῖν παράσχηται, τῶν ὅπως ἔτυχεν λεγόντων, ἀλλὰ τοὺς αὐτούς, καὶ τοσούτῳ μᾶλλον τοῖς ἀπείροις καὶ τοῖς νέοις βοηθεῖν, ὅσῳπερ ἂν ἧττον ἐξαπατήσειαν ὑμᾶς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.