Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
πῶς οὖν ἄλλως, ὦ ἄνδρες δικασταί, προσήκει τὸν δικαίως κατηγοροῦντα ἀποφαίνειν ὀρθῶς ἐνδεδειγμένον Θεοκρίνην τουτονί, καὶ μὴ μόνον ἔνοχον ὄντα τῇ ἐνδείξει κατὰ τὰς χιλίας ἐφ᾽ αἷς ἐνδέδεικται, ἀλλὰ καὶ πολλοῖς ἄλλοις ὀφλήμασιν; ἐγὼ μὲν οὐδαμῶς νομίζω. οὐ γὰρ δὴ προσδοκᾶν γε δεῖ Θεοκρίνην αὐτὸν ὁμολογήσειν ὀφείλειν ὑμῖν τῷ δημοσίῳ καὶ δικαίως ἐνδεδεῖχθαι φήσειν, ἀλλὰ τοὐναντίον πάντα λόγον μᾶλλον ἐρεῖν καὶ πάσας αἰτίας οἴσειν, ὡς καταστασιάζεται, ὡς διὰ τὰς τῶν παρανόμων γραφὰς εἰς ταῦθ᾽ ἥκει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.