Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
εἰ γὰρ ὀφείλοντος αὐτῷ τοῦ πάππου πάλαι, καὶ τοῦ νόμου κελεύοντος κληρονομεῖν τοῦτον τῶν ἐκείνου, προσῆκον αὐτῷ μηδὲ πάλαι γράφεσθαι ἐγράφετο, καὶ διὰ τοῦτο οἰήσεται δεῖν ἀποφεύγειν ὅτι πονηρὸς ἐκ τριγονίας ἐστίν, οὐ δίκαια ἐρεῖ, ὦ ἄνδρες δικασταί. ὡς οὖν καὶ παρ᾽ αὐτοῦ Θεοκρίνου ὁμολογεῖται τοῦτ᾽ εἶναι τὸ ὄφλημα καὶ κατετάξατο τοῖς φυλέταις ὑπὲρ αὑτοῦ καὶ τοῦ ἀδελφοῦ, καὶ τοῖς βουλομένοις εὐορκεῖν οὐ καλῶς ἔχει ταύτην ἀπογιγνώσκειν τὴν ἔνδειξιν, λαβέ μοι τὸ ψήφισμα ὃ εἶπεν ἐν τοῖς φυλέταις Σκιρωνίδης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.