Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[63]
εἰ δὲ δεῖ τὴν δημαρχίαν λέγειν, δι᾽ ἣν ὠργίζοντό μοί τινες, ἐν ᾗ διάφορος ἐγενόμην εἰσπράττων ὀφείλοντας πολλοὺς αὐτῶν μισθώσεις τεμενῶν καὶ ἕτερ᾽ ἃ τῶν κοινῶν διηρπάκεσαν, ἐγὼ μὲν ἂν βουλοίμην ὑμᾶς ἀκούειν, ἀλλ᾽ ἴσως ἔξω τοῦ πράγματος ὑπολήψεσθε ταῦτ᾽ εἶναι. ἐπεὶ καὶ τοῦτ᾽ ἔχω δεικνύναι τεκμήριον ὡς συνέστησαν: ἔκ τε γὰρ τοῦ ὅρκου ἐξήλειψαν τὸ ψηφιεῖσθαι γνώμῃ τῇ δικαιοτάτῃ καὶ οὔτε χάριτος ἕνεκ᾽ οὔτ᾽ ἔχθρας:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.