Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[60]
πολλούς, ὦ ἄνδρες δικασταί, οἱ μετ᾽ Εὐβουλίδου συνεστῶτες καὶ ἀπ- ολωλέκασιν καὶ σεσῴκασιν ἕνεκ᾽ ἀργυρίου. ἐπεὶ καὶ τὸ πρότερον (ἐρῶ δ᾽ εἰς αὐτὸ τὸ πρᾶγμ᾽, ὦ ἄνδρες Ἀθηναῖοι) δημαρχῶν ὁ Εὐβουλίδου πατήρ, ὥσπερ εἶπον, Ἀντίφιλος, τεχνάζει βουλόμενος παρά τινων λαβεῖν ἀργύριον, καὶ ἔφη τὸ κοινὸν γραμματεῖον ἀπολωλέναι, ὥστ᾽ ἔπεισε διαψηφίσασθαι τοὺς Ἁλιμουσίους περὶ αὑτῶν, καὶ κατηγορῶν δέκα τῶν δημοτῶν ἐξέβαλεν, οὓς ἅπαντας πλὴν ἑνὸς κατεδέξατο τὸ δικαστήριον. καὶ ταῦτα πάντες ἴσασιν οἱ πρεσβύτεροι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.