Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
οἴεταί τις οὖν ὑμῶν ἐᾶσαί ποτ᾽ ἂν τοὺς δημότας ἐκεῖνον τὸν ξένον καὶ μὴ πολίτην ἄρχειν παρ᾽ αὑτοῖς, ἀλλ᾽ οὐκ ἂν κατηγορεῖν; οὐ τοίνυν κατηγόρησεν οὐδὲ εἷς, οὐδ᾽ ᾐτιάσατο. ἀλλὰ μὴν καὶ διαψηφίσεις ἐξ ἀνάγκης ἐγένοντο τοῖς δημόταις ὀμόσασιν καθ᾽ ἱερῶν, ὅτ᾽ ἀπώλετ᾽ αὐτοῖς τὸ ληξιαρχικὸν γραμματεῖον δημαρχοῦντος Ἀντιφίλου τοῦ πατρὸς τοῦ Εὐβουλίδου, καί τινας ἀπήλασαν αὑτῶν: περὶ ἐκείνου δ᾽ οὐδεὶς οὔτ᾽ εἶπεν οὔτ᾽ ᾐτιάσατο τοιοῦτον οὐδέν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.