Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
ἄνδρες Ἀθηναῖοι, πάνυ ἁπλοῦν ἐστιν διαγνῶναι ὑμῖν ὑπὲρ ταύτης τῆς δίκης, καὶ οὐδὲν δεῖ λόγων πολλῶν. ἡ ναῦς ὅτι μὲν σέσῳσται καὶ ἔστιν σῶς, καὶ παρ᾽ αὐτῶν τούτων ὁμολογεῖται (οὐ γὰρ ἂν ἀπεδίδοσαν τό τε ἀρχαῖον δάνειον καὶ τῶν τόκων μέρος τι), οὐ κατακεκόμισται δ᾽ εἰς τὸν Πειραιᾶ. διὰ τοῦτο ἡμεῖς μὲν οἱ δανείσαντες ἀδικεῖσθαί φαμεν, καὶ ὑπὲρ τούτου δικαζόμεθα, ὅτι οὐ κατέπλευσεν εἰς τὸ συγκείμενον ἐμπόριον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.