Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
αὕτη δὲ τί λέγει καὶ ποῖ προστάττει τὸν πλοῦν ποιεῖσθαι; Ἀθήνηθεν εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου εἰς Ἀθήνας: εἰ δὲ μή, ἀποτίνειν κελεύει διπλάσια τὰ χρήματα. ταῦτα εἰ μὲν πεποίηκας, οὐδὲν ἀδικεῖς, εἰ δὲ μὴ πεποίηκας μηδὲ κατακεκόμικας τὴν ναῦν Ἀθήναζε, προσήκει σε ζημιοῦσθαι τῷ ἐπιτιμίῳ τῷ ἐκ τῆς συγγραφῆς: τοῦτο γὰρ τὸ δίκαιον οὐκ ἄλλος οὐδείς, ἀλλ᾽ αὐτὸς σὺ σαυτῷ ὥρισας. δεῖξον οὖν τοῖς δικασταῖς δυοῖν θάτερον, ἢ τὴν συγγραφήν, ὡς οὐκ ἔστιν ἡμῖν κυρία, ἢ ὡς οὐ δίκαιος εἶ πάντα κατὰ ταύτην πράττειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.