Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
τοῦ δὲ πράγματος εἰς τοῦτο προελθόντος, ὡς δεῦρ᾽ ἐπανήλθομεν, ἦν ἡμῖν, οἷον εἰκός, ἐκ τούτων ὀργὴ καὶ ἔχθρα πρὸς ἀλλήλους. μὰ τοὺς θεοὺς οὐ μὴν ἔγωγ᾽ ᾠόμην δεῖν οὔτε δίκην λαχεῖν αὐτοῖς οὔτε λόγον ποιεῖσθαι τῶν συμβάντων οὐδένα, ἀλλ᾽ ἐκεῖν᾽ ἁπλῶς ἐγνώκειν τὸ λοιπὸν εὐλαβεῖσθαι καὶ φυλάττεσθαι μὴ πλησιάζειν τοῖς τοιούτοις. πρῶτον μὲν οὖν τούτων ὧν εἴρηκα βούλομαι τὰς μαρτυρίας παρασχόμενος, μετὰ ταῦθ᾽ οἷ᾽ ὑπ᾽ αὐτοῦ τούτου πέπονθ᾽ ἐπιδεῖξαι, ἵν᾽ εἰδῆθ᾽ ὅτι ᾧ προσῆκεν τοῖς τὸ πρῶτον ἁμαρτηθεῖσιν ἐπιτιμᾶν, οὗτος αὐτὸς πρότερος πολλῷ δεινότερ᾽ εἴργασται.“Μαρτυρίαι”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.