Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
ἃ τοίνυν, ὅθ᾽ ἡ δίαιτα ἐγίγνετο, ἐποίουν, βούλομαι πρὸς ὑμᾶς εἰπεῖν: καὶ γὰρ ἐκ τούτων τὴν ἀσέλγειαν θεάσεσθ᾽ αὐτῶν. ἐποίησαν μὲν γὰρ ἔξω μέσων νυκτῶν τὴν ὥραν, οὔτε τὰς μαρτυρίας ἀναγιγνώσκειν ἐθέλοντες οὔτ᾽ ἀντίγραφα διδόναι, τῶν τε παρόντων ἡμῖν καθ᾽ ἕν᾽ οὑτωσὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες, καὶ γράφοντες μαρτυρίας οὐδὲν πρὸς τὸ πρᾶγμα, ἀλλ᾽ ἐξ ἑταίρας εἶναι παιδίον αὐτῷ καὶ τοῦτο πεπονθέναι τὰ καὶ τά, ἃ μὰ τοὺς θεούς, ἄνδρες δικασταί, οὐδεὶς ὅστις οὐκ ἐπετίμα τῶν παρόντων καὶ ἐμίσει, τελευτῶντες δὲ καὶ αὐτοὶ οὗτοι ἑαυτούς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.