Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
εἰ γὰρ οὕτω τοὺς αὑτοῦ προῆκται παῖδας ὥστ᾽ ἐναντίον ἐξαμαρτάνοντας ἑαυτοῦ, καὶ ταῦτ᾽ ἐφ᾽ ὧν ἐνίοις θάνατος ἡ ζημία κεῖται, μήτε φοβεῖσθαι μήτ᾽ αἰσχύνεσθαι, τί τοῦτον οὐκ ἂν εἰκότως παθεῖν οἴεσθε; ἐγὼ μὲν γὰρ ἡγοῦμαι ταῦτ᾽ εἶναι σημεῖα τοῦ μηδὲ τοῦτον τὸν ἑαυτοῦ πατέρ᾽ αἰσχύνεσθαι: εἰ γὰρ ἐκεῖνον αὐτὸς ἐτίμα καὶ ἐδεδίει, κἂν τούτους αὑτὸν ἠξίου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.