This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
ταῦτα τοίνυν ἐγὼ πάντα ἐνθυμούμενος, καὶ ἀκούων τὸν Θεόφημον τῶν πεπλησιακότων οἷος εἴη περὶ τὰ διάφορα, καὶ οὐκ ἀπολαμβάνων τὰ σκεύη παρ᾽ αὐτοῦ, προσῄειν πρός τε τοὺς ἀποστολέας καὶ τὴν βουλήν καὶ τὸν δῆμον, λέγων ὅτι οὐκ ἀποδίδωσί μοι τὰ σκεύη ὁ Θεόφημος, ἃ ὦφλεν ἐν τῷ δικαστηρίῳ. προσῇσαν δὲ καὶ οἱ ἄλλοι τριήραρχοι τῇ βουλῇ, ὅσοι μὴ παρελάμβανον παρὰ τῶν ὀφειλόντων τὰ σκεύη. καὶ πολλῶν λόγων γενομένων ἀποκρίνεται ἡμῖν ἡ βουλὴ ψηφίσματι, ὃ ἀναγνώσεται ὑμῖν, εἰσπράττεσθαι τρόπῳ ᾧ ἂν δυνώμεθα.“Ψήφισμα”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.