This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[84]
ἐγὼ γὰρ ὁμομήτριον μὲν ἀδελφὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δ᾽ οὐκ οἶδα, δέδοικα μέντοι μὴ τῶν Φορμίωνος ἁμαρτημάτων εἰς ἡμᾶς ἀρχὴ Πασικλῆς ᾖ. ὅταν γὰρ τῷ δούλῳ συνδικῇ τὸν ἀδελφὸν ἀτιμῶν, καὶ παραπεπτωκὼς θαυμάζῃ τούτους ὑφ᾽ ὧν αὐτῷ θαυμάζεσθαι προσῆκεν, τίν᾽ ἔχει δικαίαν ταῦθ᾽ ὑποψίαν; ἄνελ᾽ οὖν ἐκ μέσου μοι Πασικλέα, καὶ σὸς μὲν υἱὸς ἀντὶ δεσπότου καλείσθω, ἐμὸς δ᾽ ἀντίδικος (βούλεται γὰρ) ἀντ᾽ ἀδελφοῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.