This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
τῶν μὲν οἴκοι χρημάτων ὡς ἐπὶ τῇ μητρὶ δοθέντων διὰ τῆς διαθήκης αὑτὸν ἐποίησε κύριον, ὥσπερ ἀκηκόατ᾽ ἄρτι, τῶν δ᾽ ἐπὶ τῆς τραπέζης ὄντων, ἃ πάντες ᾔδεσαν καὶ λαθεῖν οὐκ ἦν, διὰ τοῦ προσοφείλοντ᾽ ἀποφῆναι τὸν πατέρ᾽ ἡμῶν, ἵνα, ὅσ᾽ ἐξελέγχοιτ᾽ ἔχων, κεκομίσθαι φαίη. ὑμεῖς δ᾽ ἴσως αὐτὸν ὑπειλήφατε, ὅτι σολοικίζει τῇ φωνῇ, βάρβαρον καὶ εὐκαταφρόνητον εἶναι. ἔστι δὲ βάρβαρος οὗτος τῷ μισεῖν οὓς αὐτῷ προσῆκε τιμᾶν: τῷ δὲ κακουργῆσαι καὶ διορύξαι πράγματ᾽ οὐδενὸς λείπεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.