This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
ἵνα τοίνυν εἰδῆθ᾽ ὑπὲρ ἡλίκων καὶ ὅσων ἦν τὸ κατασκεύασμα τὸ τῆς διαθήκης, μίκρ᾽ ἀκούσατέ μου. ἦν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο πρῶτον μὲν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην ὧν διεφθάρκει, ἣν ἐμοὶ μὲν οὐ καλὸν λέγειν, ὑμεῖς δ᾽ ἴστε, κἂν ἐγὼ μὴ λέγω, ἔπειθ᾽ ὑπὲρ τοῦ κατασχεῖν ὅσ᾽ ἦν τῷ ἡμετέρῳ πατρὶ χρήματα παρὰ τῇ μητρί, πρὸς δὲ τούτοις ὑπὲρ τοῦ καὶ τῶν ἄλλων τῶν ἡμετέρων ἁπάντων κυρίῳ γενέσθαι. ὅτι δ᾽ οὕτω ταῦτ᾽ ἔχει, τῆς διαθήκης αὐτῆς ἀκούσαντες γνώσεσθε: φανήσεται γὰρ οὐ πατρὸς ὡς ὑπὲρ υἱέων γράφοντος ἐοικυῖα διαθήκῃ, ἀλλὰ δούλου λελυμασμένου τὰ τῶν δεσποτῶν, ὅπως μὴ δώσει δίκην σκοποῦντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.