This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
ἔχ᾽ αὐτοῦ.οὐδ᾽ ἂν εἷς ἔτι δήπου τοῦτ᾽ ἐμαρτύρησεν, εἰ μή τις καὶ παρῆν διατιθεμένῳ τῷ πατρὶ τῷ ἐμῷ: ἀλλ᾽ εὐθὺς ἂν εἶπε ‘τί δ᾽ ἡμεῖς ἴσμεν εἴ τινές εἰσι διαθῆκαι Πασίωνος;’ καὶ γράφειν ἂν αὐτὸν ἠξίωσεν, ὥσπερ ἐν ἀρχῇ τῆς προκλήσεως ‘εἰ μή φημ᾽ ἐγὼ ἀντίγραφα εἶναι τῶν διαθηκῶν’, οὕτως ‘ὧν φησι Φορμίων Πασίωνα καταλιπεῖν’, οὐ ‘τῶν Πασίωνος’. τοῦτο μὲν γὰρ ἦν εἶναι διαθήκας μαρτυρεῖν, ὅπερ ἦν τούτοις βούλημα, ἐκεῖνο δὲ φάσκειν Φορμίωνα: πλεῖστον δὲ δήπου κεχώρισται τό τ᾽ εἶναι καὶ τὸ τοῦτον φάσκειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.