This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
οὐ τοίνυν οὐδὲ κατ᾽ ἄλλου πιστεύειν ἐστὲ δίκαιοι. καὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσοις μὲν πρόσεστιν ὀργὴ τῶν πραττομένων ἢ λῆμμά τι κέρδους ἢ παροξυσμὸς ἢ φιλονικία, ταῦτα μὲν ἄλλος ἂν ἄλλως πράξειε πρὸς τὸν αὑτοῦ τρόπον: ὅσοις δὲ τούτων μὲν μηδέν, λογισμὸς δ᾽ ἐφ᾽ ἡσυχίας τοῦ συμφέροντος, τίς οὕτως ἄφρων ὅστις ἂν τὰ συνοίσοντ᾽ ἀφείς, ἐξ ὧν κάκιον ἔμελλεν ἀγωνιεῖσθαι, ταῦτ᾽ ἔπραξεν; ἃ γὰρ οὔτ᾽ εἰκότ᾽ οὔτ᾽ εὔλογ᾽ οὔτ᾽ ἂν ἔπραξεν οὐδείς, ταῦθ᾽ οὗτοι μεμαρτυρήκασιν περὶ ἡμῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.