Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
πρῶτον μὲν οὖν ὑμῖν μάρτυρας παρέξομαι τοὺς παραγενομένους ὅτ᾽ ἠγγύα μοι Πολύευκτος τὴν θυγατέρ᾽ ἐπὶ τετταράκοντα μναῖς: ἔπειθ᾽ ὡς ἔλαττον ταῖς χιλίαις ἐκομισάμην: ἔτι δ᾽ ὡς ἅπαντα τὸν χρόνον ὀφείλειν ὡμολόγει μοι Πολύευκτος, καὶ τὸν Λεωκράτην συνέστησε, καὶ ὡς τελευτῶν διέθεθ᾽ ὅρους ἐπιστῆσαι χιλίων δραχμῶν ἐμοὶ τῆς προικὸς ἐπὶ τὴν οἰκίαν. καί μοι κάλει τοὺς μάρτυρας.“Μάρτυρες”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.