Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
πῶς οὖν εἰς ἀνάγκην ἦλθεν ταῦθ᾽ οὕτω γράψαι; ὁ Εὔεργος τότ᾽ οἶμαι πλημμελῶν ὧν δέδωκε δίκην, συνήθως ἔχων ἐμοὶ καὶ γνώριμος ὢν κατέστησεν τὸν οἰκέτην οἴκοθεν λαβὼν παρ᾽ ἐμοῦ φυλάττειν ὡς αὑτόν. εἰ μὲν οὖν ἔγραψε τἀληθές, γέλως ἂν ἦν: τί γάρ, εἰ κατέστησεν Εὔεργος, ἐγώ σ᾽ ἀδικῶ; φεύγων δὲ τοῦτο τοιαῦτ᾽ ἠνάγκασται γράφειν, ἵν᾽ ᾖ πρὸς ἔμ᾽ αὐτῷ τὸ ἔγκλημα. λέγε τὰ ἐφεξῆς.“Ἔγκλημακἄπειτα πείσας τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα ἐπὶ βλάβῃ τῇ ἐμῇ.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.