Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[46]
τοῦ μὲν οὖν δανεῖσαι ἡμᾶς τὰ χρήματα αἵ τε συνθῆκαι καὶ αὐτὸς οὗτός ἐστι μάρτυς: τοῦ δ᾽ ἀποδεδωκέναι οὐδείς ἐστι μάρτυς ἔξω τοῦ Λάμπιδος τοῦ συναδικοῦντος. καὶ οὗτος μὲν εἰς ἐκεῖνον μόνον ἀναφέρει τὴν ἀπόδοσιν, ἐγὼ δ᾽ εἴς τε τὸν Λάμπιν αὐτὸν καὶ τοὺς ἀκούσαντας αὐτοῦ ὅτε οὐκ ἔφη ἀπειληφέναι τὸ χρυσίον. τούτῳ μὲν οὖν τοὺς ἐμοὺς μάρτυρας ἔξεστι κρίνειν, εἰ μή φησι τἀληθῆ μαρτυρεῖν αὐτούς: ἐγὼ δ᾽ οὐκ ἔχω τί χρήσωμαι τοῖς τούτου μάρτυσιν, οἵ φασιν εἰδέναι τὸν Λάμπιν μαρτυροῦντα ἀπειληφέναι τὸ χρυσίον. εἰ μὲν γὰρ ἡ μαρτυρία ἡ τοῦ Λάμπιδος κατεβάλλετο ἐνταῦθα, ἴσως ἂν ἔφασαν οὗτοι δίκαιον εἶναι ἐπισκήπτεσθαί μ᾽ ἐκείνῳ: νῦν δ᾽ οὔτε τὴν μαρτυρίαν ταύτην ἔχω, οὑτοσί τε οἴεται δεῖν ἀθῷος εἶναι οὐδὲν βέβαιον ἐνέχυρον καταλιπὼν ὧν πείθει ὑμᾶς ψηφίζεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.