Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ἄξιον τοίνυν καὶ τὸν ὅρκον, ὁποῖόν τιν᾽ ἂν ὤμοσεν, εἴ τις ἔδωκεν, ἐκ τούτων ἰδεῖν. ὃς γὰρ ὀγδοήκοντα μνᾶς ἔφη τὴν προῖκ᾽ εἶναι, εἰ τότ᾽ αὐτῷ τις ἔδωκεν, ὀμόσαντι ταῦτ᾽ ἀληθῆ λέγειν, κομίσασθαι, τί ἐποίησεν ἄν; ἢ δῆλον ὅτι ὤμοσεν; τί γὰρ καὶ λέγων οὐ φήσει τότ᾽ ἂν ὀμόσαι, νῦν γε τοῦτ᾽ ἀξιῶν; οὐκοῦν ὅτι γ᾽ ἐπιώρκησεν ἄν, ἑαυτὸν ἐξελέγχει: νῦν γὰρ οὐκ ὀγδοήκοντα μνᾶς, ἀλλὰ τάλαντον δεδωκέναι φησίν. τί μᾶλλον ἂν οὖν εἰκότως τις αὐτὸν ἐκεῖν᾽ ἐπιορκεῖν ἢ τάδ᾽ ἡγοῖτο; ἢ τίνα τις δικαίως ἂν ἔχοι περὶ τούτου διάνοιαν, τοῦ ῥᾳδίως οὕτως αὑτὸν ἐξελέγχοντος ὄντ᾽ ἐπίορκον;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.