Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
τίς γὰρ ἀνθρώπων ἠλίθιός ἐστιν οὕτως ὥστ᾽ ἀργύριον μὲν δοὺς τοσοῦτον, ἔπειθ᾽ ἓν λαβὼν χωρίον ἀμφισβητούμενον εἰς ἀποτίμησιν, σὺν οἷς πρότερον ἐζημίωτο, τὸν ἀδικήσανθ᾽ ὡς δίκαιόν τι ποιήσοντα καὶ τοῦ τῆς δίκης ὀφλήματος προσεγγυήσασθαι; ἐγὼ μὲν οὐδέν᾽ οἶμαι. καὶ γὰρ οὐδὲ λόγον τὸ πρᾶγμ᾽ ἔχον ἐστίν, τὸν αὐτὸν αὑτῷ μὴ δυνάμενον κομίσασθαι τάλαντον, τοῦτον ἄλλῳ τινὶ φάσκειν ἀποτείσειν καὶ ταῦτ᾽ ἐγγυᾶσθαι. ἀλλὰ καὶ ἀπ᾽ αὐτῶν τούτων ἐστὶ δῆλον ὅτι τὴν μὲν προῖκ᾽ οὐκ ἔδωκεν, ἀντὶ δὲ πολλῶν χρημάτων τῶν ἐμῶν οἰκεῖος ὢν Ἀφόβῳ ταῦτ᾽ ἀπετιμᾶτο, κληρονόμον τὴν ἀδελφὴν τῶν ἐμῶν μετ᾽ ἐκείνου καταστῆσαι βουλόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.