This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
ἔτι δὲ τοῦτον, εἴ τι τούτων ἀληθὲς ἦν, οἴεσθ᾽ οὐκ ἂν αὐτὴν λαβεῖν δοθεῖσαν ὑπὸ τοῦ πατρός; ὃς τὴν μὲν προῖκ᾽ αὐτῆς ἤδη, τὰς ὀγδοήκοντα μνᾶς, ἔχων ὡς αὐτῇ συνοικήσων, τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρ᾽ ἔγημεν δι᾽ αἰσχροκερδίαν, ἵνα πρὸς αἷς εἶχεν παρ᾽ ἡμῶν, ἑτέρας ὀγδοήκοντα μνᾶς λάβοι παρ᾽ ἐκείνου: τεττάρων δὲ ταλάντων ἔνδον ὄντων καὶ ταῦτ᾽ ἐκείνης ἐχούσης, ὡς οὗτός φησιν, οὐκ ἂν ἡγεῖσθ᾽ αὐτὸν κἂν ἐπιδραμεῖν, ὥστε γενέσθαι μετ᾽ ἐκείνης αὐτῶν κύριον;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.