This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[42]
πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τὴν σὴν πονηρίαν, μάλιστα δ᾽ εἰ περὶ τῆς διαθήκης ἀκούσειεν. τοῦ γὰρ πατρός, ὦ ἄνδρες δικασταί, τὰ καταλειφθέντα πάντ᾽ ἐν τῇ διαθήκῃ γράψαντος, καὶ τὸν οἶκον ὅπως μισθώσουσιν, ταύτην μὲν οὐκ ἀπέδωκεν, ἵνα μὴ τὸ πλῆθος εὕροιμ᾽ ἐγὼ τῶν χρημάτων ἐξ αὐτῆς, ὡμολόγει δὲ κεκτῆσθαι ταῦτα, ἃ μάλιστ᾽ οὐχ οἷόν τ᾽ ἦν ἐξάρνῳ γενέσθαι διὰ τὴν περιφάνειαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.