This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
καὶ μὴν οὐδὲ δι᾽ ἀπορίαν ἄν τις φήσειεν: πάντες γὰρ κέκτηνται τοσαύτην οὐσίαν ὥστε καὶ λῃτουργεῖν ὑμῖν προθύμως καὶ τὰ προσταττόμενα ποιεῖν. χωρὶς δὲ τούτων οὔτ᾽ ἀγνῶτες ὑμῖν οὔτ᾽ ἐπὶ τὰ χείρω γιγνωσκόμενοι, μέτριοι δ᾽ ὄντες ἄνθρωποι. καίτοι εἰ μήτ᾽ ἄποροι μήτ᾽ ἐχθροὶ τούτου μήτ᾽ ἐμοὶ φίλοι, πῶς χρὴ κατὰ τούτων λαβεῖν τιν᾽ ὑποψίαν ὡς τὰ ψευδῆ μαρτυροῦσιν; ἐγὼ μὲν γὰρ οὐκ οἶδα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.