This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
τούτων τοίνυν οὐδὲ δι᾽ ἓν ἂν εἶεν ἐμοὶ μεμαρτυρηκότες. οὔτε γὰρ ἑταιρίᾳ (πῶς γάρ; οἵ γε μήτ᾽ ἐν ταῖς αὐταῖς διατριβαῖς μήτε καθ᾽ ἡλικίαν, μὴ ὅτι ἐμοί τινες αὐτῶν, ἀλλ᾽ οὐδὲ σφίσιν αὐτοῖς εἰσίν), οὔτ᾽ ἔχθρᾳ τούτου: φανερὸν γὰρ καὶ τοῦτ᾽ ἔστιν: ὁ μὲν γὰρ ἀδελφὸς καὶ σύνδικος, Φᾶνος δ᾽ ἐπιτήδειος καὶ φυλέτης, Φίλιππος δ᾽ οὔτε φίλος οὔτ᾽ ἐχθρός, ὥστ᾽ οὐδὲ ταύτην ἄν τις ἐπενέγκοι δικαίως τὴν αἰτίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.