This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
ἀλλὰ μὴν καὶ περὶ τούτων ἤθελον παραδοῦναι τὸν παῖδα τὸν γράφοντα τὴν μαρτυρίαν, ὃς τά τε γράμματ᾽ ἔμελλεν γνώσεσθαι τὰ ἑαυτοῦ καὶ τοῦτον ἐμνημόνευεν ἀκριβῶς μαρτυρήσαντα ταῦτα. καὶ ταῦτ᾽ ἤθελον οὐχὶ μαρτύρων ἀπορῶν οἳ παρῆσαν (ἦσαν γάρ), ἀλλ᾽ ἵνα μὴ τούτους αἰτιῷτο τὰ ψευδῆ μαρτυρεῖν, ἀλλὰ τὸ πιστὸν ἐκ τῆς βασάνου τούτοις ὑπάρχοι. καίτοι πῶς ἄξιόν ἐστι καταγνῶναι τῶν μαρτύρων διὰ τοῦτο, οἳ μόνοι τῶν πώποτ᾽ ἠγωνισμένων δίκην ἐν ὑμῖν τὸν διώκοντ᾽ αὐτὸν αὑτοῖς μάρτυρα τούτων ἐπιδεικνύουσιν γεγενημένον; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν πρόκλησιν καὶ τὴν μαρτυρίαν.“Πρόκλησις”“Μαρτυρία”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.