This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, περὶ τῆς μαρτυρίας τῆς ἐν τῷ γραμματείῳ γεγραμμένης εἰδὼς ὄντα μοι τὸν ἀγῶνα, καὶ περὶ τούτου τὴν ψῆφον ὑμᾶς οἴσοντας ἐπιστάμενος, ᾠήθην δεῖν μηδὲν ἄλλο τούτου πρότερον ἢ τοῦτον προκαλούμενος ἐλέγξαι. καὶ τί ποιῶ; παραδοῦναι παῖδ᾽ ἤθελον αὐτῷ γράμματ᾽ ἐπιστάμενον βασανίζειν, ὃς παρῆν ὅθ᾽ ὡμολόγει ταῦθ᾽ οὗτος, καὶ τὴν μαρτυρίαν ἔγραφεν, οὐδὲν ὑφ᾽ ἡμῶν κελευσθεὶς κακοτεχνεῖν, οὐδὲ τὸ μὲν γράφειν, τὸ δ᾽ ἀφαιρεῖν ὧν οὗτος εἰρήκει περὶ τούτων, ἀλλ᾽ ἁπλῶς ὑπὲρ τοῦ πάντα τἀληθῆ καὶ τὰ τούτῳ ῥηθέντα γράψαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.