Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[63]
καίτοι τί ποτ᾽ ἂν ἔπαθον ὑπ᾽ αὐτῶν, εἰ πλείω χρόνον ἐπετροπεύθην; οὐκ ἂν ἔχοιεν εἰπεῖν. ὅπου γὰρ δέκ᾽ ἐτῶν διαγενομένων παρὰ μὲν τῶν οὕτω μικρὰ κεκόμισμαι, τῷ δὲ καὶ πρὸς ὀφείλων ἐγγέγραμμαι, πῶς οὐκ ἄξιον διαγανακτεῖν; δῆλον δὲ παντάπασιν: εἰ κατελείφθην μὲν ἐνιαύσιος, ἓξ ἔτη δὲ πρὸς ἐπετροπεύθην ὑπ᾽ αὐτῶν, οὐδ᾽ ἂν τὰ μικρὰ ταῦτα παρ᾽ αὐτῶν ἀπέλαβον. εἰ γὰρ ἐκεῖν᾽ ἀνήλωται ὀρθῶς, οὐδὲν ἂν τῶν νῦν παραδοθέντων ἐξήρκεσεν εἰς ἕκτον ἔτος, ἀλλ᾽ ἢ παρ᾽ αὑτῶν ἄν μ᾽ ἔτρεφον ἢ τῷ λιμῷ περιεῖδον ἀπολόμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.