Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
ἐὰν δ᾽ εἶναί μοι φῇ τοῦτον τὸν τρόπον, λογιζόμενος τὰ παρ᾽ ἑκατέρῳ τῶν ἐπιτρόπων, διπλασίοις ἐλάττω φανήσεται λέγων, ἔχοντα δ᾽ οὐδὲν μᾶλλον ἀποφαίνων. ἐγὼ γὰρ ὥσπερ καὶ τοῦτον τοσαῦτ᾽ ἔχοντ᾽ ἐξήλεγξα, οὕτως κἀκείνων ἑκάτερον οὐκ ἐλάττω τούτων ἔχοντ᾽ ἐπιδείξω. ὥστ᾽ οὐ τοῦτ᾽ αὐτῷ λεκτέον, ἀλλ᾽ ὡς ἢ αὐτὸς ἢ οἱ συνεπίτροποι παρέδοσαν. εἰ δὲ μὴ τοῦτ᾽ ἐπιδείξει, πῶς χρὴ ταύτῃ τῇ προκλήσει προσέχειν ὑμᾶς τὸν νοῦν; οὐδὲν γὰρ μᾶλλον ἔχοντά μ᾽ ἐπιδείκνυσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.