Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
λαβεῖν γὰρ ἐκ τῶν ἐμῶν ὁμολογοῦσιν οὗτος μὲν ὀκτὼ καὶ ἑκατὸν μνᾶς, χωρὶς ὧν ἔχοντ᾽ αὐτὸν ἐγὼ ἐπιδείξω νῦν, Θηριππίδης δὲ δύο τάλαντα, Δημοφῶν δ᾽ ἑπτὰ καὶ ὀγδοήκοντα μνᾶς. τοῦτο δ᾽ ἐστὶ πέντε τάλαντα καὶ πεντεκαίδεκα μναῖ. τούτου τοίνυν ὃ μὲν οὐχ ἅθρουν ἐλήφθη, σχεδόν εἰσιν ἑβδομήκοντα μναῖ καὶ ἑπτά, ἡ πρόσοδος ἡ ἀπὸ τῶν ἀνδραπόδων, ὃ δ᾽ εὐθὺς ἔλαβον οὗτοι, μικροῦ δέοντα τέτταρα τάλαντα: οἷς τὸ ἔργον ἂν προσθῆτ᾽ ἐπὶ δραχμῇ μόνον τῶν δέκ᾽ ἐτῶν, ὀκτὼ τάλανθ᾽ εὑρήσετε σὺν τοῖς ἀρχαίοις καὶ χιλίας γιγνομένας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.