Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
πρῶτον μὲν οὖν περὶ τῶν κλινοποιῶν, οὓς κατέλιπεν μὲν ὁ πατήρ, ἀφανίζουσι δ᾽ οὗτοι, τετταράκοντα μὲν μνῶν ὑποκειμένους, εἴκοσι δ᾽ ὄντας τὸν ἀριθμόν, ἐπιδείξω ὑμῖν ὡς λίαν ἀναιδῶς καὶ φανερῶς μ᾽ ἀποστεροῦσι. τούτους γὰρ καταλειφθῆναι μὲν οἴκοι παρ᾽ ἡμῖν πάντες ὁμολογοῦσιν, καὶ τὰς δώδεκα μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τῷ πατρὶ γίγνεσθαί φασιν: αὐτοὶ δὲ λῆμμα μὲν παρ᾽ αὐτῶν ἐν δέκ᾽ ἔτεσιν οὐδὲν ἐμοὶ γεγενημένον ἀποφαίνουσιν ἀλλ᾽ οὐδὲ μικρόν, ἀναλώματος δὲ κεφάλαιον εἰς αὐτοὺς οὗτος ὀλίγου δεῖν λογίζεται χιλίας: εἰς τοῦτ᾽ ἀναιδείας ἐλήλυθεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.