Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
Θηριππίδης μὲν οὖν ἕπτ᾽ ἔτη τῶν ἀνδραπόδων ἐπιμεληθεὶς ἕνδεκα μνᾶς τοῦ ἐνιαυτοῦ ἀπέφηνε, τέτταρσι μναῖς καθ᾽ ἕκαστον ἐνιαυτὸν ἔλαττον ἢ ὅσον προσῆκε λογιζόμενος. οὗτος δὲ δύ᾽ ἔτη τὰ πρῶτ᾽ ἐπιμεληθεὶς οὐδ᾽ ὁτιοῦν ἀποδείκνυσιν, ἀλλ᾽ ἐνίοτε μέν φησιν ἀργῆσαι τὸ ἐργαστήριον, ἐνίοτε δ᾽ ὡς αὐτὸς μὲν οὐκ ἐπεμελήθη τούτων, ὁ δ᾽ ἐπίτροπος Μιλύας, ὁ ἀπελεύθερος ὁ ἡμέτερος, διῴκησεν αὐτά, καὶ παρ᾽ ἐκείνου μοι προσήκει λόγον λαβεῖν. ἂν οὖν καὶ νῦν εἴπῃ τινὰ τούτων τῶν λόγων, ῥᾳδίως ἐξελεγχθήσεται ψευδόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.