Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[88]
πῶς οὖν ἐκεῖναι; ὅπου πατήρ ἐστι καὶ υἱεῖς ἄνδρες, τυχὸν δὲ καὶ τούτων παῖδες, ἐνταῦθ᾽ ἀνάγκη πολλὰς καὶ μηδὲν ὁμοίας εἶναι βουλήσεις: οὐ γὰρ τῶν αὐτῶν οὔτε λόγων οὔτ᾽ ἔργων ἐστὶν ἡ νεότης τῷ γήρᾳ. ἀλλ᾽ ὅμως οἵ τε νέοι πάνθ᾽ ὅσ᾽ ἂν πράττωσιν, ἄνπερ ὦσιν μέτριοι, οὕτω ποιοῦσιν ὥστε μάλιστα μὲν πειρᾶσθαι λανθάνειν, εἰ δὲ μή, φανεροί γ᾽ εἶναι τοῦτο βουλόμενοι ποιεῖν: οἵ τε πρεσβύτεροι πάλιν, ἂν ἄρ᾽ ἴδωσιν ἢ δαπάνην ἢ πότον ἢ παιδιὰν πλείω τῆς μετρίας, οὕτω ταῦθ᾽ ὁρῶσιν ὥστε μὴ δοκεῖν ἑορακέναι. ἐκ δὲ τούτων γίγνεταί τε πάνθ᾽ ἃ φέρουσιν αἱ φύσεις καὶ καλῶς γίγνεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.