Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[86]
οὑτωσὶ δὲ λογίζεσθε. καὶ μή μ᾽ ὑπολάβητ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς πρὸς ὀφείλοντας ὑμᾶς τῷ δημοσίῳ διαλέγεσθαι: οὔτε γὰρ ἔστιν μήτε γένοιτο τοῦτο, οὔτ᾽ ἐγὼ νομίζω. ἀλλ᾽ εἴ τῴ τις ἄρ᾽ ἢ φίλος ἢ γνώριμός ἐστιν ἐν τούτοις, ὡς ὑπὲρ τούτου τοῦτον προσήκει μισεῖν, τοῦτο βούλομαι δεῖξαι. πρῶτον μὲν ὅτι ἀνθρώπους ἐπιεικεῖς, οἷς ἐγγύαι καὶ φιλανθρωπίαι γίγνονται καὶ ὀφλήματ᾽ ἴδια, οἷς οὐ πρόσεστι κοίν᾽ ἀδικήματα, ἠτυχηκέναι δὲ συμβέβηκεν, εἰς τὴν ὁμοίαν τάξιν ἑαυτῷ καὶ βλασφημίαν ἄγει, οὐκ ὀρθῶς οὐδὲ προσηκόντως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.