Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
καὶ τί δεῖ λέγειν ὅτι τοῖς νόμοις ἅπαντα κοσμεῖται καὶ τῷ τούτοις πείθεσθαι; ἀλλ᾽ ὑμεῖς αὐτοὶ πάντων ἄρτι κληρουμένων Ἀθηναίων, καὶ πάντων εὖ οἶδ᾽ ὅτι βουλομένων εἰς τοῦτο λαχεῖν τὸ δικαστήριον, μόνοι δικάζεθ᾽ ἡμῖν. διὰ τί; ὅτι ἐλάχετε, εἶτ᾽ ἀπεκληρώθητε: ταῦτα δ᾽ οἱ νόμοι λέγουσιν. εἶθ᾽ ὑμεῖς αὐτοὶ κατὰ τοὺς νόμους εἰσεληλυθότες τὸν παρὰ τοὺς νόμους λέγειν ἢ πράττειν τι βιαζόμενον λαβόντες ἀφήσετε; καὶ οὐδεὶς ὑμῶν χολὴν οὐδ᾽ ὀργὴν ἔχων φανήσεται ἐφ᾽ οἷς ὁ βδελυρὸς καὶ ἀναιδὴς ἄνθρωπος βιάζεται τοὺς νόμους;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.