Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[81]
καίτοι τί ποτ᾽ ἦν δι᾽ ὃ προσγράψαι σαφῶς ὤκνησεν ‘τὴν δ᾽ ἀρχὴν τὸν ὀφλόντα φυλάττειν τέως ἂν καταστήσῃ τοὺς ἐγγυητάς’; πότερ᾽ οὐχὶ δίκαιον; εὖ οἶδ᾽ ὅτι πάντες ἂν φήσαιτε. ἀλλ᾽ ἐναντίον ἦν τινὶ τοῦτο νόμῳ; οὔκ, ἀλλὰ μόνον κατὰ τοὺς νόμους. τί ποτ᾽ οὖν ἦν; οὐδὲν ἂν ἄλλο τις εὕροι πλὴν ὅτι οὐχ ὅπως δώσουσι δίκην ὧν ἂν ὑμεῖς καταγνῶτ᾽ ἐσκόπει, ἀλλ᾽ ὅπως μή.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.