Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[79]
οὐ τοίνυν ἀπέχρησεν αὐτῷ τὰ δικαστήρι᾽ ἄκυρα ποιῆσαι τῶν προστιμημάτων, ἀλλ᾽ οὐδ᾽ ἃ δίκαι᾽ ὡρίσατ᾽ αὐτὸς ἐν τῷ νόμῳ καὶ προσέταξε τοῖς ὠφληκόσιν, οὐδὲ ταῦθ᾽ ἁπλῶς οὐδ᾽ ἀδόλως φανήσεται γεγραφώς, ἀλλ᾽ ὡς ἂν μάλιστά τις ὑμᾶς ἐξαπατῆσαι καὶ παρακρούσασθαι βουλόμενος. σκέψασθε γὰρ ὡς γέγραφεν. ‘Τιμοκράτης εἶπεν’ φησὶ ‘καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα δεσμοῦ ἢ τὸ λοιπὸν προστιμηθῇ, εἶναι αὐτῷ ἢ ἄλλῳ ὑπὲρ ἐκείνου ἐγγυητὰς καταστῆσαι, οὓς ἂν ὁ δῆμος χειροτονήσῃ, ἦ μὴν ἐκτείσειν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.