Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[47]
καὶ ὁ μὲν νόμος, οὐδ᾽ ἐπειδὰν τὴν ἄδειαν εὕρηταί τις, ἔδωκεν ὡς ἂν βούληται πράττειν, ἀλλ᾽ ὡς ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ: τῷ δ᾽ οὐκ ἀπέχρησε τοῦτ᾽ ἀδικεῖν μόνον, εἰ μὴ δοθείσης τῆς ἀδείας λέγει καὶ νόμον εἰσφέρει περὶ τούτων, ἀλλὰ καὶ προσέτ᾽ οὐκ εἰς τὴν βουλήν, οὐκ εἰς τὸν δῆμον εἰπὼν περὶ τούτων οὐδέν, ἐν παραβύστῳ, τῆς βουλῆς μὲν ἀφειμένης, τῶν δ᾽ ἄλλων διὰ τὴν ἑορτὴν ἱερομηνίαν ἀγόντων, λάθρα τὸν νόμον εἰσήνεγκεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.