Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[195]
εἰ δὲ μήθ᾽ οὗτος μήτ᾽ ἄλλος μηδεὶς τοῦτο δυνήσεται δεῖξαι, εἰδέναι χρὴ σαφῶς φενακιζομένους, καὶ λογίζεσθαι πρὸς ὑμᾶς αὐτοὺς ἐκ τίνος ποτ᾽ ἐπῆλθε τούτῳ τοιαῦτα νομοθετεῖν. οὐ προῖκ᾽, ὦ Τιμόκρατες, πόθεν; οὐδ᾽ ὀλίγου δεῖ, τοῦτον ἔθηκας τὸν νόμον: οὐδεμίαν γὰρ ἂν εἰπεῖν ἔχοις ἄλλην πρόφασιν δι᾽ ἣν τοιοῦτον ἐπήρθης εἰσενεγκεῖν νόμον, ἢ τὴν σαυτοῦ θεοῖς ἐχθρὰν αἰσχροκέρδειαν: οὔτε γὰρ συγγενὴς οὔτ᾽ οἰκεῖος οὔτ᾽ ἀναγκαῖος ἦν σοι τούτων οὐδείς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.